Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.321 Joseph. AJ 6.325 (English) >>Joseph. AJ 6.329

6.323ἐπερχόμενος δὲ λάθρα τοῖς πλησιοχώροις τῶν Παλαιστίνων Σερρίταις καὶ Ἀμαληκίταις διήρπαζεν αὐτῶν τὴν χώραν καὶ λείαν πολλὴν κτηνῶν καὶ καμήλων λαμβάνων ὑπέστρεφεν· ἀνθρώπων γὰρ ἀπείχετο δεδιὼς μὴ καταμηνύσωσιν αὐτὸν πρὸς Ἀγχοῦν τὸν βασιλέα, τὸ μέντοι γε τῆς λείας μέρος αὐτῷ δωρεὰν ἔπεμπε. 6.324τοῦ δὲ βασιλέως πυθομένου, τίσιν ἐπιθέμενος τὴν λείαν ἀπήλασε; τοῖς πρὸς τὸν νότον τῶν Ἰουδαίων τετραμμένοις καὶ ἐν τῇ πεδιάδι κατοικοῦσιν εἰπὼν πείθει τὸν Ἀγχοῦν φρονῆσαι οὕτως· ἤλπισε γὰρ οὗτος, ὅτι Δαυίδης ἐμίσησε τὸ ἴδιον ἔθνος, καὶ δοῦλον ἕξειν παρʼ ὃν ζῇ χρόνον ἐν τοῖς αὐτοῦ καταμένοντα. 6.325

Κατὰ δὲ τὸν αὐτὸν καιρὸν τῶν Παλαιστίνων ἐπὶ τοὺς Ἰσραηλίτας στρατεύειν διεγνωκότων καὶ περιπεμψάντων πρὸς τοὺς συμμάχους ἅπαντας, ἵνα παρῶσιν αὐτοῖς εἰς τὸν πόλεμον εἰς Ῥεγάν, ἔνθεν ἔμελλον ἀθροισθέντες ἐξορμᾶν ἐπὶ τοὺς Ἑβραίους, τῶν Γιττῶν βασιλεὺς Ἀγχοῦς συμμαχῆσαι τὸν Δαυίδην αὐτῷ μετὰ τῶν ἰδίων ὁπλιτῶν ἐκέλευσε. 6.326τοῦ δὲ προθύμως ὑποσχομένου καὶ φήσαντος παραστῆναι καιρόν, ἐν τὴν ἀμοιβὴν αὐτῷ τῆς εὐεργεσίας καὶ τῆς ξενίας ἀποδώσει, ποιήσειν αὐτὸν καὶ φύλακα τοῦ σώματος μετὰ τὴν νίκην καὶ τοὺς ἀγῶνας τοὺς πρὸς τοὺς πολεμίους κατὰ νοῦν χωρήσαντας αὐτοῖς ἐπηγγείλατο, τῆς τιμῆς καὶ πίστεως ὑποσχέσει τὸ πρόθυμον αὐτοῦ μᾶλλον αὔξων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.321 Joseph. AJ 6.325 (English) >>Joseph. AJ 6.329

Powered by PhiloLogic